Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.363 Joseph. AJ 8.366 (English) >>Joseph. AJ 8.372

8.365πέμψας δὲ κήρυκα πρὸς Ἄχαβον ἠξίου πρεσβευτὰς δέξασθαι παρʼ αὐτοῦ, διʼ ὧν αὐτῷ δηλώσει τί βούλεται. τοῦ δὲ τῶν Ἰσραηλιτῶν βασιλέως πέμπειν ἐπιτρέψαντος ἐλθόντες οἱ πρέσβεις ἔλεγον κατʼ ἐντολὴν τοῦ βασιλέως τὸν Ἀχάβου πλοῦτον καὶ τὰ τέκνα αὐτοῦ καὶ τὰς γυναῖκας Ἀδάδου τυγχάνειν· ἂν δʼ ὁμολογήσῃ καὶ λαβεῖν αὐτὸν τούτων ὅσα βούλεται συγχωρήσῃ, τὴν στρατιὰν ἀπάξει καὶ παύσεται πολιορκῶν αὐτόν. 8.366 δʼ Ἄχαβος τοῖς πρέσβεσιν ἐκέλευσε πορευθεῖσι λέγειν τῷ βασιλεῖ αὐτῶν, ὅτι καὶ αὐτὸς καὶ οἱ ἐκείνου πάντες κτήματά εἰσιν αὐτοῦ. 8.367ταῦτα δʼ ἀπαγγειλάντων πέμπει πάλιν πρὸς αὐτὸν ἀξιῶν ἀνωμολογηκότα πάντα εἶναι ἐκείνου δέξασθαι τοὺς πεμφθησομένους εἰς τὴν ἐπιοῦσαν ὑπʼ αὐτοῦ δούλους, οἷς ἐρευνήσασι τά τε βασίλεια καὶ τοὺς τῶν φίλων καὶ συγγενῶν οἴκους ἐκέλευε διδόναι πᾶν τι ἂν ἐν αὐτοῖς εὕρωσι κάλλιστον, “τὰ δʼ ἀπαρέσαντα σοὶ καταλείψουσιν.” 8.368 Ἄχαβος δʼ ἀγασθεὶς ἐπὶ τῇ δευτέρᾳ πρεσβείᾳ τοῦ τῶν Σύρων βασιλέως συναγαγὼν εἰς ἐκκλησίαν τὸ πλῆθος ἔλεγεν, ὡς αὐτὸς μὲν ἑτοίμως εἶχεν ὑπὲρ σωτηρίας αὐτοῦ καὶ εἰρήνης καὶ γυναῖκας τὰς ἰδίας προέσθαι τῷ πολεμίῳ καὶ τὰ τέκνα καὶ πάσης παραχωρῆσαι κτήσεως· ταῦτα γὰρ ἐπιζητῶν ἐπρεσβεύσατο πρῶτον Σύρος. 8.369νῦν δʼ ἠξίωκε δούλους πέμψαι τάς τε πάντων οἰκίας ἐρευνῆσαι καὶ μηδὲν ἐν αὐταῖς καταλιπεῖν τῶν καλλίστων κτημάτων πρόφασιν βουλόμενος πολέμου λαβεῖν, εἰδὼς ὅτι τῶν μὲν ἐμαυτοῦ διʼ ὑμᾶς οὐκ ἂν φεισαίμην, ἀφορμὴν δʼ ἐκ τοῦ περὶ τῶν ὑμετέρων ἀηδοῦς πραγματευόμενος εἰς τὸ πολεμεῖν· ποιήσω γε μὴν τὰ ὑμῖν


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.363 Joseph. AJ 8.366 (English) >>Joseph. AJ 8.372

Powered by PhiloLogic